Ευχετήρια επιστολή Πατριάρχη Ιεροσολύμων προς τον Αρχιεπίσκοπο Αλβανίας για τα Ονομαστήριά του
Ο Μακαριώτατος Πατριάρχης Ιεροσολύμων κ.κ. Θεόφιλος απέστειλε ευχετήρια επιστολή προς τον Μακαριώτατο Αρχιεπίσκοπο Τιράνων, Δυρραχίου και πάσης Αλβανίας κ.κ. Ιωάννη ο οποίος σήμερα άγει τα Ονομαστήριά του.
Διαβάστε την επιστολή:
Μακαριώτατε Ἀρχιεπίσκοπε Τιράνων, Δυρραχίου καί πάσης Ἀλβανίας, ἐν Χριστῷ τῷ Θεῷ, λίαν ἀγαπητέ ἀδελφέ και συλλειτουργέ τῆς Ἡμῶν Μετριότητος Κύριε Ἰωάννη. Τήν Ὑμετέραν ποθεινοτάτην Ἡμῖν Σεβασμίαν Μακαριότητα ἀδελφικῶς ἐν Κυρίῳ περιπτυσσόμενοι, ὑπερήδιστα προσαγορεύομεν.
Ἰδιαιτέρως χαίρομεν ἐπικοινωνοῦντες μετά τῆς ὑμετέρας λίαν ἀγαπητῆς Ἡμῖν καί περισπουδάστου Μακαριότητος, ἐπί τῇ ἑορτῇ τοῦ πάτρωνος Ἁγίου αὐτῆς. Σπεύδομεν διά τῶν ἀδελφικῶν Ἡμῶν Γραμμάτων τούτων ἀπευθῦναι αὐτῇ ὁλοθέρμους συγχαρητηρίους εὐχάς πρός ἐνίσχυσιν εἰς τήν ἐξάσκησιν τοῦ θεαρέστου ποιμαντικοῦ αὐτῆς ἔργου, πρός οἰκοδομήν καί σωτηρίαν τοῦ θεόθεν ἐμπεπιστευμένου αὐτῇ λογικοῦ ποιμνίου καί δόξαν τοῦ ἐν Τριάδι Θεοῦ ἡμῶν.
Δεόμεθα δέ θερμῶς, ὅπως ὁ Θεὸς τῆς εἰρήνης ἐνισχύῃ ὑμᾶς εἰς τὸν καλὸν ἀγῶνα, ἐμπνέων πρὸς περαιτέρω καρποφορίαν, «ἵνα ὁ ἄνθρωπος τοῦ Θεοῦ ᾖ ἄρτιος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος» (Β ́ Τιμ. 3,17). Αναμιμνησκόμεθα ἔτι τῶν λόγων τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας λέγοντος: «Ἡ ἀληθὴς ἀρχὴ τοῦ ποιμένος ἐν ταπεινώσει τελεῖται· οὐκ ἑαυτὸν ζητεῖ, ἀλλ ̓ ἵνα τὸ ποίμνιον εὑρίσκῃ σωτηρίαν ἐν Χριστῷ» (PG 74). Οὕτως καὶ ὑμεῖς, Μακαριώτατε, μὲ τὸν λόγον καὶ τὴν πρᾶξιν γίνεσθε τύπος τῶν πιστῶν, ἐργαζόμενος ἀδιαλείπτως διὰ τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας.
Ἐφ ̓ οἷς, ἀποδίδομεν τόν ἐν Κυρίῳ ἀσπασμόν ἀπό τοῦ Παναγίου καί Ζωοδόχου Αὐτοῦ Τάφου, μιμνησκόμενοι ἀείποτε καί τοῦ ὀνόματος αὐτῆς ἐν τῷ μυστηρίῳ τής Θείας Εὐχαριστίας καί διατελοῦμεν.

H αναδημοσίευση του παραπάνω άρθρου ή μέρους του επιτρέπεται μόνο αν αναφέρεται ως πηγή το ORTHODOXIANEWSAGENCY.GR με ενεργό σύνδεσμο στην εν λόγω καταχώρηση.
                                                                                    Ακολούθησε το ORTHODOXIANEWSAGENCY.gr στο Google News και μάθε πρώτος όλες τις ειδήσεις.                                                                                          
 
						